Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 44.1 | Dem. 44.3 (English) | >>Dem. 44.7 |
44.2ἡμῖν μὲν γὰρ ἀναγκαῖον ἦν , τοῦ νόμου τὰς ἀγχιστείας τοῖς ἐγγυτάτω γένους ἀποδιδόντος , οὖσιν οἰκείοις Ἀρχιάδου τοῦ ἐξ ἀρχῆς καταλιπόντος τὸν κλῆρον , μήτε τὸν οἶκον ἐξερημωθέντα τὸν ἐκείνου περιιδεῖν μήτε τῆς οὐσίας ἑτέρους κληρονομήσαντας , οἷς οὐδʼ ὁτιοῦν προσήκει · οὑτοσὶ δὲ οὔτε γόνῳ τοῦ τετελευτηκότος υἱὸς ὢν οὔτʼ εἰσποιηθεὶς κατὰ τοὺς νόμους , ὡς ἐγὼ δείξω , διαμεμαρτύρηκεν οὕτως τὰ ψευδῆ προπετῶς , ἀφαιρούμενος ἡμῶν τὴν κληρονομίαν .
44.3δέομαι δʼ ὑμῶν , ὦ ἄνδρες δικασταί , βοηθῆσαι τῷ τε πατρὶ τούτῳ καὶ ἐμοί , ἐὰν λέγωμεν τὰ δίκαια , καὶ μὴ περιιδεῖν πένητας ἀνθρώπους καὶ ἀσθενεῖς καταστασιασθέντας ὑπὸ παρατάξεως ἀδίκου . ἡμεῖς μὲν γὰρ ταῖς ἀληθείαις πιστεύοντες εἰσεληλύθαμεν , καὶ ἀγαπῶντες , ἄν τις ἡμᾶς ἐᾷ τῶν νόμων τυγχάνειν · οὗτοι δὲ τῇ παρασκευῇ καὶ τοῖς ἀναλώμασιν ἰσχυριζόμενοι διατετελέκασιν , εἰκότως οἶμαι · ἐκ γὰρ τῶν ἀλλοτρίων ῥᾳδίως ἀναλίσκουσιν , ὥστε καὶ τοὺς συνεροῦντας ὑπὲρ αὑτῶν καὶ τοὺς μαρτυρήσοντας τὰ ψευδῆ πολλοὺς πεπορίσθαι .
44.4ὁ δὲ πατὴρ οὗτος (εἰρήσεται γάρ ) ἅμα τῆς πενίας ἧς ὑμεῖς ἅπαντες ἴστε , καὶ τοῦ ἰδιώτης εἶναι φανερὰς ἔχων τὰς μαρτυρίας ἀγωνίζεται · διατελεῖ γὰρ ἐν Πειραιεῖ κηρύττων · τοῦτο δʼ ἐστὶν οὐ μόνον ἀπορίας ἀνθρωπίνης τεκμήριον , ἀλλὰ καὶ ἀσχολίας τῆς ἐπὶ τὸ πραγματεύεσθαι · ἀνάγκη γὰρ ἡμερεύειν ἐν τῇ ἀγορᾷ τὸν τοιοῦτον . ἃ δεῖ λογιζομένους ἐνθυμεῖσθαι ὅτι , εἰ μὴ τῷ δικαίῳ ἐπιστεύομεν , οὐκ ἄν ποτʼ εἰσήλθομεν εἰς ὑμᾶς .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 44.1 | Dem. 44.3 (English) | >>Dem. 44.7 |